Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.95 Joseph. AJ 10.100 (English) >>Joseph. AJ 10.104

10.98τοὺς δʼ ἐν ἀξιώματι τρισχιλίους ὄντας τὸν ἀριθμὸν αὐτοῦ αἰχμαλώτους λαβὼν ἀπήγαγεν εἰς τὴν Βαβυλῶνα· ἐν δὲ τούτοις ἦν καὶ προφήτης Ἰεζεκίηλος παῖς ὤν. καὶ τέλος μὲν τοιοῦτον Ἰωάκειμον τὸν βασιλέα κατέσχε βιώσαντα μὲν ἓξ καὶ τριάκοντα ἔτη βασιλεύσαντα δὲ τούτων ἕνδεκα, δὲ διαδεξάμενος αὐτοῦ τὴν βασιλείαν Ἰωάκειμος, ἐκ μητρὸς μὲν Νοόστης ὄνομα πολίτιδος δέ, ἐβασίλευσε μῆνας τρεῖς ἡμέρας δέκα. 10.99

Τὸν δὲ τῶν Βαβυλωνίων βασιλέα δόντα τὴν βασιλείαν Ἰωακείμῳ παραχρῆμα ἔλαβε δέος· ἔδεισε γάρ, μὴ μνησικακήσας αὐτῷ τῆς τοῦ πατρὸς ἀναιρέσεως ἀποστήσῃ τὴν χώραν αὐτοῦ· πέμψας τοιγαροῦν δύναμιν ἐπολιόρκει τὸν Ἰωάκειμον ἐν τοῖς Ἱεροσολύμοις. 10.100 δὲ φύσει χρηστὸς ὢν καὶ δίκαιος οὐκ ἠξίου τὴν πόλιν κινδυνεύουσαν διʼ αὐτὸν περιορᾶν, ἀλλʼ ἀπάρας τὴν μητέρα καὶ τοὺς συγγενεῖς παραδίδωσι τοῖς πεμφθεῖσιν ὑπὸ τοῦ Βαβυλωνίου στρατηγοῖς ὅρκους παρʼ αὐτῶν λαβὼν ὑπὲρ τοῦ μηδὲν μήτʼ αὐτοὺς παθεῖν μήτε τὴν πόλιν. 10.101οἷς οὐδʼ ἐνιαυτὸν πίστις ἔμεινεν· οὐ γὰρ ἐφύλαξεν αὐτὴν τῶν Βαβυλωνίων βασιλεύς, ἀλλὰ τοῖς στρατηγοῖς ἐπέστειλεν ἅπαντας τοὺς ἐν τῇ πόλει λαβόντας αἰχμαλώτους νέους τὴν ἡλικίαν καὶ τεχνίτας δεδεμένους ἄγειν πρὸς αὑτόν, ἦσαν δὲ οὗτοι πάντες εἰς μυρίους ὀκτακοσίους τριακονταδύο, καὶ τὸν Ἰωάκειμον μετὰ τῆς μητρὸς καὶ τῶν φίλων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.95 Joseph. AJ 10.100 (English) >>Joseph. AJ 10.104

Powered by PhiloLogic